Add parallel Print Page Options

Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις. πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ [a]παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε. ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου [b]ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν [c]παρελάβοσαν παρ’ ἡμῶν. αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ [d]νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 3:4 παραγγέλλομεν WH Treg NIV ] + ὑμῖν RP
  2. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 3:6 ἡμῶν Treg RP NA ] – WH NIV
  3. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 3:6 παρελάβοσαν Holmes WHmarg NA ] παρελάβετε WH Treg NIV; παρέλαβον RP
  4. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 3:8 νυκτὸς καὶ ἡμέρας WH Treg NIV ] νύκτα καὶ ἡμέραν RP